μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοιςἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτωνἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμασυνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέωςμέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματαἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶνἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρΛητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖντὰ Ταντάλου θεοῖσιν ἑστιάματαἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.κυάνεαι κυάνεαισύνοδοι θαλάσσας, ἵνʼ οἶ-στρος ὁ πετόμενος Ἀργόθεν ἄ-ξενον ἐπʼ οἶδμα διεπέρασεν —Ἀσιήτιδα γαῖανΕὐρώπας διαμείψας.τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοαλιπόντες Εὐρώταν ἢῥεύματα σεμνὰ Δίρκαςἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳδίᾳ τέγγειβωμοὺς καὶ περικίοναςναοὺς αἷμα βρότειον;ἦ ῥοθίοις εἰλατίναςδικρότοισι κώπας ἔπλευ-σαν ἐπὶ πόντια κύματα, νά-