δουλείας ἐμέθενδειλαίας παυσίπονος·κἀν γὰρ ὀνείροισι συνεί-ην δόμοις πόλει τε πατρῴ-ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ-σιν, κοινὰν χάριν ὄλβου.ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοισυνερεισθέντες χωροῦσι, νέονπρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴναοῖσι πέλας τάδε βαίνει·οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακενβουφορβὸς ἀνήρ.ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντωςπόλις ἥδε τελεῖ, δέξαι θυσίας,ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίαςἝλλησι διδοὺς ἀναφαίνει.εἶἑν·τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃφροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετεἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.φεῦ·τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτεπατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει —οἵων στερεῖσα διπτύχων νεανιῶνἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳτοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶνἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸνἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα,μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω.τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷνκακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖνοἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεταισωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς