ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶνοὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμενπέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυκαμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆςκομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχοςἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένωνσφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένουςτοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνονδίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲἝλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα —ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένουςγαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν,δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροιςαὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,οὐ πορθμίς, ἥτις διὰ πέτρας ΣυμπληγάδαςἙλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοιἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —ὅσας γενείου χεῖρας ἐξηκόντισαγονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαινυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲσέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦνὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν