πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴνἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.οἴμοι, κτενεῖ με· ποῖ φύγω;παρῆν δʼ ὁρᾶνοὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετοφθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος,μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς,δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβιαπίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένουςφαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομενπρούργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνονβάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοινἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλειπέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,καραδοκῶν μὲν τἀπιόντα τραύματα,φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματοςἔγνω κλύδωνα πολεμίων προσκείμενονκαὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροιςβάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν·Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθακάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. —ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοιἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.