Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου.τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν;οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετετρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶςἙλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδωνβοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳκοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίαςβουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλινἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινεςθάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢνἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆἔτικτε πεντήκοντα Νηρῄδων χορόν.ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένουςθάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια.κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοινἔστη κάρα τε διετίναξʼ ἄνω κάτωκἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷςἍιδου δράκαιναν, ὥς με βούλεται κτανεῖνδειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον