τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων,ἃν πρωτόγονον θάλος ἐν θαλάμοιςΛήδας ἁ τλάμων κούρασφάγιον πατρῴᾳ λώβᾳκαὶ θῦμʼ οὐκ εὐγάθητονἔτεκεν, ἔτρεφεν εὐκταίαν·ἱππείοις δʼ ἐν δίφροισιψαμάθων Αὐλίδος ἐπέβασαννύμφαιον, οἴμοι, δύσνυμφοντῷ τᾶς Νηρέως κούρας, αἰαῖ.νῦν δʼ ἀξείνου πόντου ξείναδυσχόρτους οἴκους ναίω,ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,οὐ τὰν Ἄργει μέλπουσʼ Ἥρανοὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοιςκερκίδι Παλλάδος Ἀτθίδος εἰκὼκαὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼαἱμόρραντον δυσφόρμιγγαξείνων αἱμάσσουσʼ ἄταν βωμούς,οἰκτράν τʼ αἰαζόντων αὐδὰνοἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον.καὶ νῦν κείνων μέν μοι λάθα,τὸν δʼ Ἄργει δμαθέντα κλαίωσύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλοςἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼἌργει σκηπτοῦχον Ὀρέσταν.καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίουςβουφορβὸς ἥκει σημανῶν τί σοι νέον.Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδαπλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριονἈρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματαοὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;