πηγάς τʼ οὐρείων ἐκ μόσχωνΒάκχου τʼ οἰνηρὰς λοιβὰςξουθᾶν τε πόνημα μελισσᾶν,ἃ νεκροῖς θελκτήρια κεῖται.ἀλλʼ ἔνδος μοι πάγχρυσοντεῦχος καὶ λοιβὰν Ἅιδα.ὦ κατὰ γαίας Ἀγαμεμνόνιονθάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοιξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθηνπατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασικεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.ἀντιψάλμους ᾠδὰς ὕμνων τʼἈσιητᾶν σοι βάρβαρον ἀχὰνδεσποίνᾳ γʼ ἐξαυδάσω,τὰν ἐν θρήνοισιν μοῦσαννέκυσι μελομέναν, τὰν ἐν μολπαῖςἍιδας ὑμνεῖ δίχα παιάνων.οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·ἔρρει φῶς σκήπτρων, οἴμοι,πατρῴων οἴκων.ἦν ἐκ τῶν εὐόλβων Ἄργειβασιλέων ἀρχά,μόχθος δʼ ἐκ μόχθων ᾄσσει·δινευούσαις ἵπποισι ῥιφαὶΠέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶςἅλιος. ἄλλαις δʼ ἄλλα προσέβαχρυσέας ἀρνὸς μελάθροις ὀδύνα,φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσινἔνθεν τῶν πρόσθεν δμαθέντωνΤανταλιδᾶν ἐκβαίνει ποινά γʼεἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼἐπὶ σοὶ δαίμων.ἐξ ἀρχᾶς μοι δυσδαίμωνδαίμων τᾶς ματρὸς ζώναςκαὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶςλόχιαι στερρὰν παιδείανΜοῖραι ξυντείνουσιν θεαί,