ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμοναπόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς —κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς —χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοιςὅροισι, γείτων δειράδος Καρυστίας,ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδαοἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶτὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς,τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφοςδέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω,ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ.σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακαςΒραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ·οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλωνἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖςλίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸςἙλληνίδας γυναῖκας ἐξεφίεμαιγνώμης δικαίας οὕνεκʼἐκσῴσασα δὲκαὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσαςκρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε,νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός,Ἀγαμέμνονος παῖ. — καὶ σὺ μὴ θυμοῦ, Θόας.ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοιςὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶςβέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρπρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματιγαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας.πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα