κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος.μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην,σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖσεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνονσοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖνλαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδιἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται.ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέταθανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίαςπαράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼςἙλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷσπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας;ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασιλαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτραςῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας.ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων,γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω,ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένηνσπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξΘόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους.παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ·πεπρωμένος γὰρ θεσφάτοισι Λοξίουδεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλονφεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμαςἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖνδοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,