γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται.παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοιςναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά.αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονοςπαῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼσῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.ἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένηςμοίρας εὐδαίμονες ὄντες.ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοιςκαὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,δράσομεν οὕτως ὡς σὺ κελεύεις.μάλα γὰρ τερπνὴν κἀνέλπιστονφήμην ἀκοαῖσι δέδεγμαι.— — —ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸνβίοτον κατέχοιςκαὶ μὴ λήγοις στεφανοῦσα.