καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν·ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων.κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖνἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι,καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμαἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοιἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳκάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν·ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρωςἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπισταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω.κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦνπρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα —λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρηςἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατοβοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼςλάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε·ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρονΣυμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοιἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦνλιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲλάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο·δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼςὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουνπρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλινκλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲἈγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρησῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδαἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς.φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρηςπαιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας