λέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρονφεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένωνἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσωἈγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγαθύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοινἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν,ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,ἀνωλόλυξε καὶ κατῇδε βάρβαραμέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή.ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοικτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο.φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθασιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγοςστείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις.κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφοςταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάταςἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίαςἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδωνἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακαςσπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομενδόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένηςπρυμνησίων τε, καὶ διʼ εὐθυντηρίαςοἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.λόγοι δʼ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετεκλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός;ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς,Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαιλαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης