καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλαςἔξω μελάθρων τῶνδε κοίρανον χθονός.τί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαιἈγαμεμνονείας παιδὸς ἐκ βουλευμάτωνφεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέταςλαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.ἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλειςἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νινὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους.ὁρᾶτʼ, ἄπιστον ὡς γυναικεῖον γένος·μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.μαίνῃ· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;οὔ, πρίν γʼ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός.ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,καὶ δεσπότῃ σημήναθʼ οὕνεκʼ ἐν πύλαιςπάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.τίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν,πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;φεῦ·πῶς ἔλεγον αἵδε, καί μʼ ἀπήλαυνον δόμων,ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα.τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;αὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶπαρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδεβωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸςσὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶςἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα.πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;σῴζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.τὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη;ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;μὴ ʼνταῦθα τρέψῃς σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου·σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισονδιωγμὸς ὅστις τοὺς ξένους θηράσεται.