βακχεύουσαν Διονύ-σῳ Παρνάσιον κορυφάν·ὅθι ποικιλόνωτος οἰ-νωπὸς δράκων,σκιερᾷ κατάχαλκος εὐ-φύλλῳ δάφνᾳ,γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ-ον Χθόνιον.ἔτι μιν ἔτι βρέφος, ἔτι φίλαςἐπὶ ματέρος ἀγκάλαισι θρῴσκωνἔκανες, ὦ Φοῖβε, μαντείων δʼ ἐπέβας ζαθέων,τρίποδί τʼ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳμαντείας βροτοῖς θεσφάτων νέμωνἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσονγᾶς ἔχων μέλαθρον.Θέμιν δʼ ἐπεὶ γᾶς ἰὼνπαῖδʼ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέωνχρηστηρίων, νύχιαΧθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων,οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν,ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-νὰς ἔφραζον· Γαῖα δὲ τὰνμαντεῖον ἀφείλετο τι-μὰν Φοῖβον, φθόνῳ θυγατρός.ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ-μαθεὶς ἄναξχέρα παιδνὸν ἕλιξεν ἐκΔιὸς θρόνωνΠυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-νιν θεᾶς. νυχίους τʼ ἐνοπὰς.γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβαπολύχρυσα θέλων λατρεύματα σχεῖν·ἐπὶ δʼ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,ἀπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ,πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖςθεσφάτων ἀοιδαῖς.ὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται,Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;