στεῖχε καὶ σήμαινε σύ —μηδένʼ εἰς ὄψιν πελάζειν.εὖ γε κηδεύεις πόλιν.καὶ φίλων γʼ οὓς δεῖ μάλιστα.τοῦτʼ ἔλεξας εἰς ἐμέ.ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ —τί χρῆμα δρῶ;ἅγνισον πυρσῷ μέλαθρον.καθαρὸν ὡς μόλῃς πάλιν.ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι —τί χρή με δρᾶν;πέπλον ὀμμάτων προθέσθαι.μὴ παλαμναῖον λάβω.ἢν δʼ ἄγαν δοκῶ χρονίζειν —τοῦδʼ ὅρος τίς ἐστί μοι;θαυμάσῃς μηδέν.τὰ τῆς θεοῦ πρᾶσσʼ — ἐπεὶ σχολή — καλῶς.εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.συνεύχομαι.τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένουςκαὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνονμυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσαπρουθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος,εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖςἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνοντῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ, ὅμωςτοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.εὔπαις ὁ Λατοῦς γόνος,τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοιςἔτικτε, χρυσοκόμανἐν κιθάρᾳ σοφόν, ἅ τʼ ἐπὶ τόξωνεὐστοχίᾳ γάνυται· φέρε δʼ αὐτάνιν ἀπὸ δειράδος εἰναλίας,λοχεῖα κλεινὰ λιποῦσα μά-τηρ, τὰν ἀστάκτων ὑδάτων