σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως.πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν.τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.ἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν.ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο.δίκαιος ηὑσέβεια καὶ προμηθία.οἶσθά νυν ἅ μοι γενέσθω;σὸν τὸ σημαίνειν τόδε.δεσμὰ τοῖς ξένοισι πρόσθες.ποῖ δέ σʼ ἐκφύγοιεν ἄν;πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.ἴτʼ ἐπὶ δεσμά, πρόσπολοι.κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους —ἔσται τάδε.κρᾶτα κρύψαντες πέπλοισιν.ἡλίου πρόσθεν φλογός.σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν.οἵδʼ ὁμαρτήσουσί σοι.καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ —ποίας τύχας;ἐν δόμοις μίμνειν ἅπαντας.μὴ συναντῷεν φόνῳ;μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί.