οἰκείων δʼ ὑπὲρ θαλάμωνπτέρυγας ἐν νώτοις ἁμοῖςλήξαιμι θοάζουσα·χοροῖς δʼ ἑσταίην, ὅθι καὶπαρθένος, εὐδοκίμων γάμων,παρὰ πόδʼ εἱλίσσουσα φίλαςματρὸς ἡλίκων θιάσους,χαρίτων εἰς ἁμίλλας,χαίτας ἁβρόπλουτον ἔριν,ὀρνυμένα, πολυποίκιλα φάρεακαὶ πλοκάμους περιβαλλομέναγένυσιν ἐσκίαζον.ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴἙλληνίς; ἤδη τῶν ξένων κατήρξατο;ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς.ἔα·τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις;ἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.τί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;ἀπέπτυσʼ· Ὁσίᾳ γὰρ δίδωμʼ ἔπος τόδε.τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ.τί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις;βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν.ἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.τίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν.πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις;σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.