κεῖ φοίνικά θʼ ἁβροκόμανδάφναν τʼ εὐερνέα καὶγλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-ας, Λατοῦς ὠδῖνα φίλαν,λίμναν θʼ εἱλίσσουσαν ὕδωρκύκλιον, ἔνθα κύκνος μελῳ-δὸς Μούσας θεραπεύει.ὦ πολλαὶ δακρύων λιβάδες,αἳ παρηίδας εἰς ἐμὰςἔπεσον, ἁνίκα πύργωνὀλομένων ἐν ναυσὶν ἔβανπολεμίων ἐρετμοῖσι καὶ λόγχαις.ζαχρύσου δὲ διʼ ἐμπολᾶςνόστον βάρβαρον ἦλθον,ἔνθα τᾶς ἐλαφοκτόνουθεᾶς ἀμφίπολον κόρανπαῖδʼ Ἀγαμεμνονίαν λατρεύ-ω βωμούς τʼ οὐ μηλοθύτας,ζηλοῦσʼ ἄταν διὰ παν-τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-καις οὐ κάμνεις σύντροφος ὤν.μεταβάλλει δυσδαιμονία·τὸ δὲ μετʼ εὐτυχίας κακοῦ-σθαι θνατοῖς βαρὺς αἰών.καὶ σὲ μέν, πότνιʼ, Ἀργείαπεντηκόντορος οἶκον ἄξει·συρίζων θʼ ὁ κηροδέταςκάλαμος οὐρείου Πανὸςκώπαις ἐπιθωΰξει,ὁ Φοῖβός θʼ ὁ μάντις ἔχωνκέλαδον ἑπτατόνου λύραςἀείδων ἄξει λιπαρὰνεὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.ἐμὲ δʼ αὐτοῦ λιποῦσαβήσῃ ῥοθίοισι πλάταις·ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ-πὲρ στόλον ἐκπετάσουσι πόδαναὸς ὠκυπόμπου.λαμπροὺς ἱπποδρόμους βαίην,ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·