φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου.καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω·γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένοςσῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται.σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατεφυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ.ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶςσὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτωνμητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν —φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγουςὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον·ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται —ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες.σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός,θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.>ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰςδεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίουοὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα.ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸςἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπειναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.ὄρνις, ἃ παρὰ πετρίναςπόντου δειράδας, ἀλκυών,ἔλεγον οἶτον ἀείδεις,εὐξύνετον ξυνετοῖς βοάν,ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,ἐγώ σοι παραβάλλομαιθρήνους, ἄπτερος ὅρνις,ποθοῦσʼ Ἑλλάνων ἀγόρους,ποθοῦσʼ Ἄρτεμιν λοχίαν,ἃ παρὰ Κύνθιον ὄχθον οἰ-