καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε,ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.ἰώ,βασίλεια γύναι χθονὸς Ἀργείας,παῖ Τυνδάρεω,καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροινΔιός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροιςναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοιςτιμὰς σωτῆρας ἔχοντες·χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαραςπλούτου μεγάλης τʼ εὐδαιμονίας.τὰς σὰς δὲ τύχας θεραπεύεσθαικαιρός. χαῖρʼ, ὦ βασίλεια.ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆςλάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοιΦρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸςἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσασμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένηδόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους —μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματαἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴγυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲμαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέωςλέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγωνπρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶςλευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,