ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα,ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼνἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένηοὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρηνλέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύοἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσιςτἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλειγυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσινΜενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖνκτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμονπρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂντίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει.γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτουςλόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρεινἙλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.