ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρηἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ.κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶΠρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασιθνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳκαὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼνὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει,ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος,τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺςμέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖνΣτροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος,μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοιἈγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοιςΑἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων,μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμωςμήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ.ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατοΑἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰςἈγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ,ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχεινδάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπογεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴπένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ,