ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμουςκάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσιςμὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳδίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢνμή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς,νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλαςγραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶκαὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼνσκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃμήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο.καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται —καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν;μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;φεῦ·πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν;ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας —ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας;τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ;ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος