εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανονθρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρατῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοιἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸςκαὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανεςστρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισαςὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴνγήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά τουκρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖνἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχηνκείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτωνγυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶτοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸςοὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχητἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼνἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸνλέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.