ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μουκόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.σὺ μέν νυν ἀγάλματʼ ἄειρεκρατί· τὸ δʼ ἁμέτερονχωρήσεται Μούσαισι χόρευμα φίλον.νῦν οἱ πάρος ἁμέτεροιγαίας τυραννεύσουσι φίλοι βασιλῆες,δικαίως τοὺς ἀδίκους καθελόντες.ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρουγεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης,δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼνἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼνΑἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτουπαίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸςδέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέροςἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι.θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχηςἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσοντὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην.ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼνΑἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδεπροσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦνδοῦλος, πάροιθε δεσπότης κεκλημένος.αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως.τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρνόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.