Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆνσπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλαςκακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τιναδόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶνἈγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήριαθοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆςοἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼνἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτωὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθενἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτωἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕποἔστησαν ἀντίπρῳρα σείοντες βέληΠυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴςἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,φονέα δὲ πατρὸς ἀντετιμωρησάμηντλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγωνἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸγέροντος ἐν δόμοισιν ἀρχαίου τινός.στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάραχαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶκάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματοςπικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,ὡς νεβρὸς οὐράνιονπήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.νικᾷ στεφαναφορίανκρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσαςκασίγνητος σέθεν· ἀλλʼ ἐπάειδεκαλλίνικον ᾠδὰν ἐμῷ χορῷ.ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,