ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους —καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼνπαρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών·ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθαλουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·λόγχας δὲ θέντες δεσπότου φρουρήματαδμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάραςλέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθενἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖνκαὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴνπράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς— λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸςτἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼνΑἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχατεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖνδμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖςεἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶςἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺςδισσοὺς διαύλους ἱππίους διήνυσε,κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν