βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼπιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί·μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων,πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών,ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθροςμήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίωνἈργεῖον οὖδας οὐδενὸς ξυνειδότος,φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸςδάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμηνπυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμηνπρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοιςζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτινλαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴφανήσεται νῷν, ἥντινʼ ἱστορήσομενεἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳφέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθαδούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔποςἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,ἔμβα, ἔμβα κατακλαίουσα·ἰώ μοί μοι.ἐγενόμαν Ἀγαμέμνονοςκαί μʼ ἔτεκεν Κλυταιμήστραστυγνὰ Τυνδάρεω κόρα,κικλήσκουσι δέ μʼ ἀθλίανἨλέκτραν πολιῆται.φεῦ φεῦ σχετλίων πόνων