εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονοςφόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε.ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις —ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή.αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκναλαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼνγάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼννέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενοςτὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳφέρουσα πηγὰς ποταμίας μετέρχομαι —οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη,ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς —γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί.ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει·τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάραπάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων —τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάρινπόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆςἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένωμόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχειςτἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼνἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃθύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσωπηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳβοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα