καὶ στυγερᾶς ζόας.ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδακεῖσαι, σᾶς ἀλόχου σφαγαῖςΑἰγίσθου τʼ, Ἀγάμεμνον.ἴθι τὸν αὐτὸν ἔγειρε γόον,ἄναγε πολύδακρυν ἁδονάν.σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,ἔμβα, ἔμβα, κατακλαίουσα·ἰώ μοί μοι.τίνα πόλιν, τίνα δʼ οἶκον, ὦτλᾶμον σύγγονʼ, ἀλατεύειςοἰκτρὰν ἐν θαλάμοις λιπὼνπατρῴοις ἐπὶ συμφοραῖςἀλγίσταισιν ἀδελφάν;ἔλθοις τῶνδε πόνων ἐμοὶτᾷ μελέᾳ λυτήρ,ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτωνἐχθίστων ἐπίκουρος, Ἄρ-γει κέλσας πόδʼ ἀλάταν.θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ-λοῦσʼ, ἵνα πατρὶ γόους νυχίουςἐπορθροβοάσω,ἰαχάν, Ἀΐδα μέλος,Ἀΐδα, πάτερ, σοικατὰ γᾶς ἐνέπω γόουςοἷς ἀεὶ τὸ κατʼ ἦμαρδιέπομαι, κατὰ μὲν φίλανὄνυχι τεμνομένα δέρανχέρα τε κρᾶτʼ ἐπὶ κούριμοντιθεμένα θανάτῳ σῷ.αἶ αἶ, δρύπτε κάρα·οἷα δέ τις κύκνος ἀχέταςποταμίοις παρὰ χεύμασινπατέρα φίλτατον καλεῖ,ὀλόμενον δολίοις βρόχωνἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,πάτερ, ἐγὼ κατακλαίομαι,λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒκοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.ἰώ μοι, ἰώ μοι