φίλαι, βοῆς ἠκούσατʼ — ἢ δοκὼ κενὴὑπῆλθέ μʼ; — ὥστε νερτέρα βροντὴ Διός;ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται·δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως.μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳΑἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίανεἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω.ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνουκτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸνἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνεςπόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸνθύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶθοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶννύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους