ναῖοι, στείχετε μακαρίωνὀψόμενοι τυράννωνφάσματα δείματα χοροὶ δʼ Ἀτρει-δᾶν ἐγέραιρον οἴκους·θυμέλαι δʼ ἐπίτναντο χρυ-σήλατοι,σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρἐπιβώμιον Ἀργείων·λωτὸς δὲ φθόγγον κελάδεικάλλιστον, Μουσᾶν θεράπων·μολπαὶ δʼ ηὔξοντʼ ἐραταί,χρυσέας ἀρνὸς ἐπίλογοι,Θυέστου· κρυφίαις γὰρ εὐ-ναῖς πείσας ἄλοχον φίλανἈτρέως, τέρας ἐκκομί-ζει πρὸς δώματα· νεόμενος δʼεἰς ἀγόρους ἀυτεῖτὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-λον κατὰ δῶμα ποίμναν.τότε δὴ τότε φαεν-νὰς ἄστρων μετέβασʼ ὁδοὺςΖεὺς καὶ φέγγος ἀελίουλευκόν τε πρόσωπον ἀ-οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ-νει θερμᾷ φλογὶ θεοπύρῳ,νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ-κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ-δραι φθίνουσʼ ἀπειρόδροσοι,καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.λέγεται, τὰν δὲ πί-στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει,στρέψαι θερμὰν ἀέλιονχρυσωπὸν ἕδραν ἀλλά-ξαντα δυστυχίᾳ βροτεί-ῳ θνατᾶς ἕνεκεν δίκας.φοβεροὶ δὲ βροτοῖσι μῦ-θοι κέρδος πρὸς θεῶν θεραπεί-αν. ὧν οὐ μνασθεῖσα πόσινκτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.ἔα ἔα·