ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ —καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς —ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ —χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σουτἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.πάντʼ οἶδα.πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετεκραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼπρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένηδίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼἈργείωνὀρέων ποτὲ κληδὼν ἐνπολιαῖσι μένει φήμαιςεὐαρμόστοις ἐν καλάμοιςΠᾶνα μοῦσαν ἡδύθροονπνέοντʼ, ἀγρῶν ταμίαν,χρυσέαν καλλιπλόκαμονπορεῦσαι. πετρίνοις δʼ ἐπι-στὰς κᾶρυξ ἰάχει βάθροις·Ἀγορὰν ἀγοράν, Μυκη-