δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;ἥξει κλύουσα λόχιά μου νοσήματα.πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον —Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.