ρῳ δὲ κύτει πύρπνοος ἔ-σπευδε δρόμῳ λέαινα χαλ-αῖς Πειρη-ναῖον ὁρῶσα πῶλον.ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.τοιῶνδʼ ἄνακτα δοριπόνωνἔκανεν ἀνδρῶν, Τυνδαρίς,σὰ λέχεα, κακόφρων κούρα.τοιγάρ σέ ποτʼ οὐρανίδαιπέμψουσιν θανάτοις· ἦ σὰνἔτʼ ἔτι φόνιον ὑπὸ δέρανὄψομαι αἷμα χυθὲν σιδάρῳ.ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχειῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέονδιπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ —ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτωνποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδεστεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,παλαιόν τε θησαύρισμα Διονύσου τόδεὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖνἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους·ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόραςδακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένειςκαὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχωνἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦκαὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών,σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ