πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-φὶς πρῴραις κυανεμβόλοι-σιν εἱλισσόμενος,πορεύων τὸν τᾶς Θέτιδοςκοῦφον ἅλμα ποδῶν Ἀχιλῆσὺν Ἀγαμέμνονι Τρωίαςἐπὶ Σιμουντίδας ἀκτάς.Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαιμόχθους ἀσπιστὰς ἀκμόνωνἩφαίστου χρυσέων ἔφερον τευχέων,ἀνά τε Πήλιον ἀνά τε πρυ-μνὰς Ὄσσας ἱερᾶς νάπαςΝυμφαίας σκοπιὰςκόρας μάτευσʼ, ἔνθα πατὴρἱππότας τρέφεν Ἑλλάδι φῶςΘέτιδος εἰνάλιον γόνονταχύπορον πόδʼ Ἀτρείδαις.Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσινΝαυπλίοισι βεβῶτοςτᾶς σᾶς, ὦ Θέτιδος παῖ,κλεινᾶς ἀσπίδος ἐν κύκλῳτοιάδε σήματα, δείματαΦρύγια, τετύχθαι·περιδρόμῳ μὲν ἴτυος ἕδρᾳΠερσέα λαιμοτόμαν ὑπὲρἁλὸς ποτανοῖσι πεδί-λοισι φυὰν Γοργόνος ἴ-σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-μᾷ, τῷ Μαί-ας ἀγροτῆρι κούρῳ·ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθωνκύκλος ἀελίοιοἵπποις ἂμ πτεροέσσαιςἄστρων τʼ αἰθέριοι χοροί,Πλειάδες, Ὑάδες, Ἕκτοροςὄμμασι τροπαῖοι·ἐπὶ δὲ χρυσοτύπῳ κράνειΣφίγγες ὄνυξιν ἀοίδιμονἄγραν φέρουσαι· περιπλεύ-