σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲνξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτληπρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ,μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳδοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρουςκαὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσινεἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳγαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε,δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσοςἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένοςἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼναὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε