δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένηςεἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸςἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοιχρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷθερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂνμόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεντί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρουςτέμνοντα γαίας Σπαρτιάτιδός τε γῆςποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένωνἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάραλάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγουςγέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχοςκαὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴχρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸνδαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶςἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαντοῖς ἀμετρήτοις ἐρετμοῖς