οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγωνξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοιμολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμουςτοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.φεῦ·οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸςτὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,γνώμην τε μεγάλην ἐν πένητι σώματι.πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσονπενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπωνμάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγαςοὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτωνπλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺςκρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖκαὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶνἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυμᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼνἈγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,