θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδεςδμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναιπόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγαςμέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτειμιαιφόνοισι χερσὶ γαυροῦται λαβών.Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένοςοὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνηςἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσιςὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳπέτροις τε λεύει μνῆμα λάινον πατρός,καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶςπαρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλαςπροσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοιαἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοιἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.