ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.φεῦ·εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖνκἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρωλόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιονγνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω.πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰοὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τεοἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.ἀναίνομαι γυναῖκας οὖσα παρθένος,ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺςἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν