λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων;εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.λύπαις γε συντετηκός, ὥστε με στένειν.καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ.δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον;φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς;ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον.ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι;οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ.εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις.σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής.ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.φεῦ·γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;