ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.οὐδεὶς θεῶν ἐνοπᾶς κλύειτᾶς δυσδαίμονος, οὐ παλαι-ῶν πατρὸς σφαγιασμῶν.οἴμοι τοῦ καταφθιμένουτοῦ τε ζῶντος ἀλάτα,ὅς που γᾶν ἄλλαν κατέχει,μέλεος ἀλαί-νων ποτὶ θῆσσαν ἑστίαν,τοῦ κλεινοῦ πατρὸς ἐκφύς.αὐτὰ δʼ ἐν χερνῆσι δόμοιςναίω ψυχὰν τακομέναδωμάτων πατρίων φυγάς,οὐρείας ἀνʼ ἐρίπνας.μάτηρ δʼ ἐν λέκτροις φονίοιςἄλλῳ σύγγαμος οἰκεῖ.πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχεισῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίουςεὐνὰς ἔχοντες ἐξανίστανται λόχου·φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼφῶτας κακούργους ἐξαλύξωμεν ποδί.μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω.εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου;ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.