πικρᾶς μὲν πελέκεως τομᾶςσᾶς, πάτερ, πικρᾶς δʼ ἐκΤροΐας ὁδίου βουλᾶς·οὐ μίτραισι γυνή σεδέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰνΑἰγίσθου λώβαν θεμέναδόλιον ἔσχεν ἀκοίταν.Ἀγαμέμνονος ὦ κόρα,ἤλυθον, Ἠλέκτρα, ποτὶσὰν ἀγρότειραν αὐλάν.ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρΜυκηναῖος ὀρειβάτας·ἀγγέλλει δʼ ὅτι νῦν τριταί-αν καρύσσουσιν θυσίανἈργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-ραν μέλλουσιν παρθενικαὶ στείχειν.οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι,θυμὸν οὐδʼ ἐπὶ χρυσέοιςὅρμοις ἐκπεπόταμαιτάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺςἈργείαις ἅμα νύμφαιςεἱλικτὸν κρούσω πόδʼ ἐμόν.δάκρυσι νυχεύ-ω, δακρύων δέ μοι μέλειδειλαίᾳ τὸ κατʼ ἦμαρ.σκέψαι μου πιναρὰν κόμανκαὶ τρύχη τάδʼ ἐμῶν πέπλων,εἰ πρέποντʼ Ἀγαμέμνονοςκούρᾳ ʼσται βασιλείᾳτᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέροςμέμναταί ποθʼ ἁλοῦσα.μεγάλα θεός· ἀλλʼ ἴθι,καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-πηνα φάρεα δῦναι,χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.δοκεῖς τοῖσι σοῖς δακρύοιςμὴ τιμῶσα θεούς, κρατή-σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-