νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναιπάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖςοἰκεῖν Λυκαίου πλησίον σηκώματος·ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυνἌργους πολῖται γῆς καλύψουσιν τάφῳ.μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼνΜενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμωνἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχωνἈχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω,καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτωΦωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶχώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνουεὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.ὦ παῖδε Διός, θέμις ἐς φθογγὰςτὰς ὑμετέρας ἡμῖν πελάθειν;θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσωπρᾶξιν φονίαν.πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼτῆς καπφθιμένηςοὐκ ἠρκέσατον κῆρας μελάθροις;μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶφονίαν ἔδοσαν μητρὶ γενέσθαι;κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,μία δʼ ἀμφοτέρουςἄτη πατέρων διέκναισεν.ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν