τῶν σῶν εὐθὺς φίλτρων στέρομαικαὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼοἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπειπόλιν Ἀργείων.καὶ τίνες ἄλλαι στοναχαὶ μείζουςἢ γῆς πατρίας ὅρον ἐκλείπειν;ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸςκαὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνονμητρὸς ὑφέξω.θάρσει· Παλλάδοςὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.περί μοι στέρνοις στέρνα πρόσαψον,σύγγονε φίλτατε·διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίωνμελάθρων μητρὸς φόνιοι κατάραι.βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼὡς ἐπὶ τύμβῳ καταθρήνησον.φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσωκαὶ θεοῖσι κλύειν.ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαιςοἶκτοι θνητῶν πολυμόχθων.οὐκέτι σʼ ὄψομαι.οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.τάδε λοίσθιά μοι προσφθέγματά σου.ὦ χαῖρε, πόλις·χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.ὦ πιστοτάτη, στείχεις ἤδη;στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.Πυλάδη, χαίρων ἴθι, νυμφεύουδέμας Ἠλέκτρας.τοῖσδε μελήσει γάμος· ἀλλὰ κύναςτάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶχειροδράκοντες χρῶτα κελαιναί,δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇσῴσοντε νεῶν πρῴρας ἐνάλους.διὰ δʼ αἰθερίας στείχοντε πλακὸςτοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,