φονέας ἔτικτες ἆρά σοι.ἰδού, φίλᾳ τε κοὐ φίλᾳφάρεα τάδʼ ἀμφιβάλλομεν.τέρμα κακῶν μεγάλων δόμοισιν.ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτωνφαίνουσι τίνες — δαίμονες ἢ θεῶντῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰνὄψιν βαίνουσι βροτοῖσιν;Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σεκαλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλονπαύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομενσφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴπράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιντήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶτροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέταςπρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημέναςδεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτηψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίανἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,