παθοῦσα σῶν τέκνων ὑπαί.πατρὸς δʼ ἔτεισας φόνον δικαίως.ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼἄφαντα, φανερὰ δʼ ἐξέπρα-ξας ἄχεα, φόνια δʼ ὤπασαςλάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος.τίνα δʼ ἑτέραν μόλω πόλιν;τίς ξένος, τίς εὐσεβὴςἐμὸν κάρα προσόψεταιματέρα κτανόντος;ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν,τίνα γάμον εἶμι; τίς πόσις με δέξεταινυμφικὰς ἐς εὐνάς;πάλιν, πάλιν φρόνημα σὸνμετεστάθη πρὸς αὔραν·φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐφρονοῦσα, δεινὰ δʼ εἰργάσω,φίλα, κασίγνητον οὐ θέλοντα.κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλωνἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,ἰώ μοι, πρὸς πέδῳτιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ —σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας,ἰήιον κλύων γόονματρός, ἅ σʼ ἔτικτε.βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰντιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·παρῄδων τʼ ἐξ ἐμᾶνἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.τάλαινα· πῶς ἔτλας φόνονδιʼ ὀμμάτων ἰδεῖν σέθενματρὸς ἐκπνεούσας;ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖςφασγάνῳ κατηρξάμανματέρος ἔσω δέρας μεθείς.ἐγὼ δʼ ἐπεγκέλευσά σοιξίφους τʼ ἐφηψάμαν ἅμα.δεινότατον παθέων ἔρεξας.λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοιςκαὶ καθάρμοσον σφαγάς.