ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼδώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖςἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλανπατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκαδιαδρόμου λέχους μέλεον ἃ πόσινχρόνιον ἱκόμενον εἰς οἴκουςΚυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλουςἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμωνπόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.ὀρεία τις ὡς λέαινʼ ὀργάδωνδρύοχα νεμομένα, τάδε κατήνυσεν.ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.κλύεις ὑπώροφον βοάν;ἰώ μοί μοι.ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω,τάλαινʼ, εὐνέταν.ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασιπεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων.οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτεροςτῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέταβροτῶν, ἴδετε τάδʼ ἔργα φόνι-α μυσαρά, δίγονα σώματʼ ἐνχθονὶ κείμενα πλαγᾷχερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶνπημάτωνδακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ.διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ,ἅ μʼ ἔτικτε κούραν.ἰὼ τύχας, σᾶς τύχας,μᾶτερ τεκοῦσʼ ἄλαστα,ἄλαστα μέλεα καὶ πέρα