συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγανχαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόαλεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν.ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη.πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸςπῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν;δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ.πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς.ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς.φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα.σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ.παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον;ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ —δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος.ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων.αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος.οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρονθύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριντήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖνύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες,φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ μεδοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς,πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.χώρει πένητας ἐς δόμους· φρούρει δέ μοιμή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇπληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις